TLG 0373 001 :: MELANIPPIDES :: Fragmenta MELANIPPIDES Lyr. Fragmenta frr. 1–7 Citation: Fragment — (line) | ||
1 | οὐ γὰρ †ἀνθρώπων φόρευν μορφὰν ἐνεῖδος† οὐδὲ †τὰν αὐτὰν† γυναικείαν ἔχον, ἀλλ’ ἐν ἁρμάτεσσι διφρού‐ | |
3 | χοις ἐγυμνάζοντ’ ἀν’ εὐ‐ | |
---|---|---|
3 | ήλι’ ἄλσεα πολλάκις θήραις φρένα τερπόμεναι, | |
5 | 〈αἱ δ’〉 ἱερόδακρυν λίβανον εὐώ‐ | |
5 | δεις τε φοίνικας κασίαν τε ματεῦσαι | |
τέρενα Σύρια σπέρματα | 392 | |
2 | ἁ μὲν Ἀθάνα τὤργαν’ ἔρριψέν θ’ ἱερᾶς ἀπὸ χειρὸς εἶπέ τ’· ἔρρετ’ αἴσχεα, σώματι λύμα· †ἐμὲ δ’ ἐγὼ† κακότατι δίδωμι. | |
3 | καλεῖται δ’† ἐν κόλποισι γαίας | |
†ἀχεοῖσι† προχέων Ἀχέρων. | 393 | |
4 | πάντες δ’ ἀπεστύγεον ὕδωρ τὸ πρὶν ἐόντες ἀίδριες οἴνου· τάχα δὴ τάχα τοὶ μὲν οὖν ἀπωλλύοντο, τοὶ δὲ παράπληκτον χέον ὀμφάν. | |
5 | ἐπώνυμον δέσποτ’ οἶνον Οἰνέως | |
6 | κλῦθί μοι ὦ πάτερ, θαῦμα βροτῶν, | |
τᾶς ἀειζώου ψυχᾶς μεδέων. | 394 | |
7 | γλυκὺ γὰρ θέρος ἀνδρὸς ὑποσπείρων πραπίδων πόθωι | 395 |